Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.25 | Dem. 57.28 (English) | >>Dem. 57.31 |
57.27καίτοι πᾶσίν ἐστιν ἀνθρώποις τέλος τοῦ βίου θάνατος , καὶ περὶ ὧν μὲν ἄν τις ζῶν αἰτίαν σχῇ , δίκαιον τοὺς παῖδας τὴν ἀειλογίαν παρέχειν · περὶ ὧν δʼ ἂν μηδεὶς αὐτὸν ζῶντα καταιτιάσηται , πῶς οὐ δεινὸν εἰ τοὺς παῖδας ὁ βουλόμενος κρινεῖ ; εἰ μὲν τοίνυν περὶ τούτων μηδεὶς λόγος ἐξητάσθη , δῶμεν τοῦτο λεληθέναι · εἰ δʼ ἐδόθη καὶ διεψηφίσαντο καὶ μηδὲν ᾐτιάσατο πώποτε μηδείς , πῶς οὐ δικαίως ἂν ἐγὼ κατʼ ἐκεῖνον Ἀθηναῖος εἴην , τὸν τελευτήσαντα πρὶν ἀμφισβητηθῆναι τοῦ γένους αὐτῷ ; ὡς δὴ ταῦτʼ ἀληθῆ λέγω , καλῶ καὶ τούτων μάρτυρας .ἔτι τοίνυν παίδων αὐτῷ τεττάρων γενομένων ὁμομητρίων ἐμοὶ καὶ τελευτησάντων , ἔθαψε τούτους εἰς τὰ πατρῷα μνήματα , ὧν ὅσοιπέρ εἰσιν τοῦ γένους κοινωνοῦσιν · καὶ τούτων οὐδεὶς οὐκ ἀπεῖπεν πώποτε , οὐκ ἐκώλυσεν , οὐ δίκην ἔλαχεν . καίτοι τίς ἔστιν ὅστις ἂν εἰς τὰ πατρῷα μνήματα τοὺς μηδὲν ἐν γένει τιθέναι ἐάσαι ; ὡς τοίνυν καὶ ταῦτʼ ἀληθῆ λέγω , λαβὲ τὴν μαρτυρίαν .περὶ μὲν τοίνυν τοῦ πατρός , ὡς Ἀθηναῖος ἦν , ταῦτʼ ἔχω λέγειν , καὶ μάρτυρας παρέσχημαι τοὺς ὑπʼ αὐτῶν τούτων ἐψηφισμένους εἶναι πολίτας , μαρτυροῦντας ἐκεῖνον ἑαυτοῖς ἀνεψιὸν εἶναι . φαίνεται δὲ βιοὺς ἔτη τόσα καὶ τόσʼ ἐνθάδε , καὶ οὐδαμοῦ πώποθʼ ὡς ξένος ἐξετασθείς , ἀλλὰ πρὸς τούτους ὄντας συγγενεῖς καταφεύγων , οὗτοι δὲ καὶ προσδεχόμενοι καὶ τῆς οὐσίας μεταδιδόντες ὡς αὑτῶν ἑνί .
Μάρτυρες
57.28
Μαρτυρία
57.29
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.25 | Dem. 57.28 (English) | >>Dem. 57.31 |